Κωνσταντινούπολη, 13 Απριλίου 1204. Η πρώτη Άλωση

https://galanoleykoblog.files.wordpress.com/2017/04/d9cb0-729px-eugc3a8ne_ferdinand_victor_delacroix_012small.jpg?w=550&h=453

Η Άλωση της Πόλης από τους Λατίνους

Τεσσαράκοντα γοῦν παρῆλθον ἡμέραι καὶ ἑάλω παρὰ τούτων ἡ Κωνσταντίνου, ἔτους μὲν ὄντος ἀπὸ γενέσεως κόσμου ἑξακισχιλιοστοῦ ἑπτακοσιοστοῦ ἑνδεκάτου, δωδεκάτην τοῦ Ἀπριλλίου ἄγοντος. τῷ γὰρ δεκάτῳ ἔτει Μαΐου ὄντος τῇ πόλει προσώρμισαν, ἐν ἕνδεκα δὲ μησὶ συνέβη γενέσθαι τὴν πόρθησιν. καὶ ἡ μεγίστη καὶ περιφανεστάτη πόλις ἑάλω, ἑνὸς ὥς φασιν ἢ καὶ δύο ἐπιπηδησάντων τῷ τείχει ἀπὸ κλίμακος εἰς ἱστὸν κειμένης μεγίστης κοίλης νηός. ὅσα μὲν οὖν συνέβη τῇ πόλει, μακροτέρων ἂν εἴη ταῦτα λόγων καὶ οὐ πρὸς τὴν παροῦσαν ὑπόθεσιν· πάντως δὲ νοεῖν ἔξεστι πᾶσιν ὁπόσα ταῖς αἰχμαλωτιζομέναις πόλεσιν ἐπι πέπτωκε πάθη, φόνοι τε ἀνδρῶν γυναικῶν τε ἀνδραπο δισμοί, σκυλεύσεις, οἰκιῶν κατασκάψεις, τἆλλά τε πάντα ὁπόσα μαχαίρας ἔργον καθέστηκεν. ἐπεὶ γοῦν ἐγκρατεῖς γεγόνασι τῆς πόλεως οἱ Ἰταλοί, ὡς ἐξ ὑπερδεξίων ὁρμώ μενοι τήν τε δυσμὴν πᾶσαν κατέδραμον, ἀλλὰ δὴ καὶ τῆς ἑῴας μέρος οὐκ ἔλαττον. πρῶτον μὲν οὖν χειροῦνται τὰ τῆς δυσμῆς, πάντων ὑποφευγόντων αὐτοὺς ὡς ὑπό τινος θεηλάτου ἐλαυνομένων πληγῆς.

ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΑΚΡΟΠΟΛΙΤΟΥ ΧΡΟΝΙΚΗ ΣΥΓΓΡΑΦΗ

Advertisements
This entry was posted in ΒΥΖΑΝΤΙΝΗ ΑΥΤΟΚΡΑΤΟΡΙΑ, ΙΣΤΟΡΙΚΗ ΑΝΑΔΡΟΜΗ, ΣΤΑΥΡΟΦΟΡΙΕΣ. Bookmark the permalink.