Βασιλεύουσα, 29 Μαΐου 1453

https://galanoleykoblog.files.wordpress.com/2016/05/43f22-ceb7ceaccebbcf89cf83ceb7cf84ceb7cf82ce9acf89cebdcf83cf84ceb1cebdcf84ceb9cebdcebfcf8dcf80cebfcebbceb7cf82.jpg?w=600&h=396

XI. Ὡς δὲ ἤλθομεν ἐν τοῖς Καλιγαρίοις ὥρᾳ πρώτῃ τῆς ἀλεκτροφωνίας καὶ κατιόντες τῶν ἵππων ἀνήλθομεν εἰς τὸν πύργον καὶ ἠκούσαμεν συχνῶς ὁμιλεῖν καὶ θόρυβον μέγαν ποιεῖν ἔξωθεν ἐπιτήδειον, καὶ εἶπον ἡμῖν οἱ φύλακες, ὅτι δι’ ὅλης τῆς νυκτὸς οὕτως ποιοῦσιν· ἦσαν γὰρ σύρνοντες, τὰ ὅσα τῶν ὀργάνων πρὸς τειχομαχίαν ἡτοίμασται, φέροντες αὐτὰ ἐγγὺς τοῦ ὀρύγματος. Ἐπὶ τούτοις σαλεύονται καὶ τῶν ἠϊονίων τὰ μέγιστα τῶν ἀντιπάλων σκάφη καὶ αἱ τριήρεις καὶ αἱ γέφυραι αἱ ἐν τῷ λιμένι τοῖς τείχεσι καὶ ταῖς ἀκταῖς προσπελάζουσι.
3. Περὶ δὲ δευτέρας ἀλεκτροφωνίας ἄνευ σημείου τινός, καθὼς ταῖς ἄλλαις ἡμέραις προεποίουν, τὸν πόλεμον ἀνῆψαν μετὰ μεγάλης σπουδῆς καὶ βίας. Ἐπροώρισεν οὖν ὁ ἀμηρᾶς, ἵνα πάντες οἱ μὴ ὄντες τοσοῦτον ἔμπειροι ἐν πολέμοις καί τινες γέροντες καὶ νέοι ἐν πρώτοις τὸν πόλεμον ἀνάψωσι καὶ τὴν συμπλοκὴν ποιήσωσιν, ἵνα ἡμᾶς ὀλίγον κοπιάσωσι καὶ οἱ πλέον ἰσχυροὶ καὶ ἀνδρεῖοι καὶ ἔμπειροι τοῦ πολέμου μετὰ πλείονος θάρσους καὶ προθυμίας καθ’ ἡμῶν ἔλθωσι. Καὶ ταῦτα ἐγένετο καὶ ὁ πόλεμος καὶ ἡ συμπλοκὴ ὡς κάμινος ἀνῆψε. Καὶ οἱ ἡμέτεροι γενναίως ἀντέλεγον καὶ κακῶς αὐτοὺς ἐδεξιοῦντο καὶ ἐκ τῶν τειχῶν ἀπεκρήμνιζον καί τινα τῶν πολεμικῶν ὀργάνων καὶ σκευῶν τῶν ἐναντίων κατέσπασαν· καὶ ἐξ ἀμφοτέρων τῶν μερῶν θάνατος ἐγεγόνει καὶ μάλιστα ἐκ τοῦ τῶν Τουρκῶν μέρους.
4. Ὡς δὲ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἀρχὴν ἐποίουν μὴ φαίνεσθαι, τοῦ φωτὸς τῆς ἡμέρας αὐγάζοντος, καὶ ἐκ τῶν ἀνατολῶν τὰ ῥοδοειδῆ τῆς πρωΐας ἐνέφαινον, πᾶν τὸ πλῆθος τῶν ἐναντίων πολεμίων ὡς σχοίνισμα ἓν ἐγεγόνει ἐκ τοῦ ἑνὸς μέρους τῆς πόλεως ἕως τῆς ἑτέρου.
Καὶ τὰ ὄργανα τὰ πολεμικά, τύμπανά τε καὶ ἄλλα κεράτινα καὶ πᾶν ἕτερον κρούσαντες καὶ φωναῖς ἰσχυραῖς ἀλαλάξαντες, καὶ εἰς τὰς ἐλεβόλεις πάσας τὸ πῦρ ἐνέβαλον καὶ πάντες ὁμοθυμαδὸν ἐν ἑνὶ καιρῷ καὶ ὥρᾳ διά τε χέρσου καὶ θαλάσσης τὴν ἐμβολὴν καὶ σύῤῥαξιν τοῦ πολέμου καὶ τὴν συμπλοκὴν ἐποίησαν. Θαρσαλέοι δέ τινες πολεμήτορες τὰς μηρινθώδεις κλίμακας ἐπανίουσι, τὰ δὲ βέλη παντοῖα κατὰ τῶν ἐν τοῖς πύργοις ἀφίετο. Καὶ ὥραις μὲν δύο ἡ μάχη ἐνεστήκει στε νοῦσα καὶ φρικαλέα, ἦν δέ πως τὰ τῶν Χριστιανῶν ἐπικρατέστερα· καὶ γὰρ αἱ κλιμακοφόροι τριήρεις σὺν τῇ γεφύρᾳ ἄπρακτοι τῶν τειχῶν τῶν ὑδραίων ἀπεκρούσθησαν· καὶ τὰ τῶν λίθων ἐκ τῆς πόλεως ἀφετήρια πλείστους τῶν ἐναντίων Ἀγαρηνῶν διέφθειραν· καὶ ἐκ τῆς χέρσου μέρος τὰ ὅμοια τοὺς ἐναντίους καὶ χεῖρον ἐδεξιώσαντο.
5. Καὶ ἦν ἰδεῖν θέαμα ξένον, ὥσπερ νεφέλη σκοτεινὴ καλύπτουσα τὸν ἥλιον καὶ τὸν οὐρανόν. Καὶ τὰς κατασκευασθείσας μηχανὰς μετὰ τοῦ ὑγροῦ πυρὸς ῥίπτον τες τοὺς ἐναντίους ἔκαιον καὶ τὰς ἀναβάθρας καὶ κλίμακας μετὰ τῶν ἀναβαινόντων λίθοις βαρείοις ἄνωθεν ἀκοντίζοντες κατέκοπτον καὶ μετὰ ἐλεβολίσκων καὶ τόξων ἀπεδίωχνον· καὶ ἔνθ’ ἂν τὸ πλῆθος ἐθεώρουν, ἐκεῖσε ταῖς ἐλεβόλεσι πῦρ ἐνέβαλλον καὶ πολλοὺς ἔπληττον καὶ ἀπέκτεινον. Οἱ δὲ ἐναντίοι ἔκ τε τοῦ κόπου τοῦ πολέμου καὶ τῆς ἀντιστάσεως τοσοῦτον ἀγανακτήσαντες, ὥστε ὄπισθεν ὀλίγον ἤθελον στρέψαι, ἵνα ἀναψυχὴν λάβωσιν, οἱ δὲ τζαούσιδες καὶ ῥαβδοῦχοι τῆς αὐλῆς μετὰ ῥάβδων σιδηρῶν καὶ βουνεύρων ἐνέτυπτον, ἵνα μὴ δίδωσι νῶτα τᾶς ἐχθροῖς. Τίς διηγήσεται τὰς τότε φωνὰς καὶ τὰς κραυγὰς καὶ τῶν πληγέντων διαμφὶ τὸ οὐαί; Ὅθεν ὑπὲρ τὸν οὐρανὸν ἀνέβαινον αἱ φωναὶ καὶ ὁ κρότος. Καί τινες μὲν ἐκ τῶν ἡμετέρων θεωροῦντες αὐτοὺς οὕτως πάσχοντας μετὰ φωνῶν μεγάλων ἔλεγον· Ταῦτα πολλάκις ποιήσαντες κακῶς ἀπεκρούσθητε. Αὐτοὶ δὲ μετὰ βίας τὴν ἀνδρείαν αὐτῶν θέλοντες καὶ μὴ θέλοντες δεῖξαι ἐπὶ τὰς κλίμακας πάλιν ἀνέβαινον. Ἕτεροι δέ τινες τολμηροὶ καὶ ἰσχυροὶ καὶ δραστηροὶ ἐπὶ τῶν ὤμων εἷς τοῦ ἑτέρου ἀνέβαινε καὶ ἄλλος πάλιν ἐπὶ τῶν ὤμων τοῦ ἑτέρου ἀνήρχετο, ὅπως, εἰ ἐδύνατο, ἄνω ἐν τοῖς τείχεσιν ἔλθωσι. Καὶ ταῦτα πάντα ποιοῦντες σφοδρῶς καὶ βιαίως, συῤῥήγνυται περὶ τὰς εἰσόδους καὶ ἄνοδον μάχη καρτερὰ καὶ τὰ ξίφη ἐσπασμένοι συνεπλέκοντο· φόνος δὲ πολὺς ἦν ἑκατέρωθεν.
6. Κλινομένης δὲ ἤδη τῆς ἡμῶν παρατάξεως, Θεόφιλος μὲν ὁ Παλαιολόγος καὶ ∆ημήτριος ὁ Καντακουζηνός, ἄνδρες ἄριστοι προπηδήσαντες νικῶσι τοὺς Ἀγαρηνοὺς καὶ τρέπουσι καὶ ἐκ τῶν τειχῶν καὶ τῶν κλιμάκων κακῶς ἀπεκρήμνισαν καὶ διεσκέδασαν. Τότε οὖν καὶ ἕτεροι οἱ διατεταγμένοι εἰς βοήθειαν ἔφθασαν. Ἐκεῖ δὲ ὁ βασιλεὺς ἔφιππος εὑρεθεὶς καὶ τοὺς στρατιώτας ἀναθαῤῥύνων καὶ ἐγείρων, ἵνα προθύμως μάχωνται, ἔλεγεν αὐτοῖς·
Ὦς συστρατιῶται καὶ ἀδελφοί, στῆτε ἀνδρείως, παρακαλῶ ὑμᾶς διὰ τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ, ὅτι τὰ νῦν θεωρῶ τὸ πλῆθος τῶν ἐναντίων ἀρχὴν λαμβάνειν συγκοπὴν ποιῆσαι· καὶ ὀλίγον διασκεδάζονται καὶ οὐ κατὰ τὴν τάξιν αὐτῶν καὶ συνήθειαν ἔρχονται. Καὶ ἡ νίκη ἐλπίζω εἰς Θεὸν τοῦ εἶναι ἡμέτερα. Λοιπόν, ἀδελφοί, χαίρετε, ὅτι ὁ πολύτιμος στέφανος ὑμῖν ἔσεται, οὐχὶ μόνον φθαρτὸς καὶ γήϊνος, ἀλλὰ καὶ ἐπουράνιος. Ὁ Θεὸς ὑπὲρ ἡμῶν πολεμεῖ, δειλία κατέχει τὸ πλῆθος τῶν ἀσεβῶν.
7. Καὶ ταῦτα τοῦ βασιλέως λέγοντος, Ἰωάννης ὁ Ἰουστινιανὸς ὁ στρατηγὸς ἐπλήγη τόξου βέλει ἐν τοῖς σκέλεσιν ἐπὶ τὸν δεξιὸν πόδα. Αὐτὸς δὲ οὐ τοσοῦτον ἔμπειρος ὢν πολέμου καί, ὡς εἶδε τὸ αἷμα ῥέειν ἐκ τοῦ σώματος αὑτοῦ, ὅλος ἠλλοιώθη καί, ἣν προέδειξεν ἀνδρείαν, ἐκ τοῦ φόβου ἔχασε καὶ ἀνωφελῶς μετὰ ταῦτα ἔπραξεν. Ὃς ἀνεχώρησεν, ὅθεν ἦν καὶ διήρχετο μετὰ σιωπῆς ζητῶν ἰατρούς, μὴ μνημονεύων τῆς γενναιότητος καὶ ἐπιδεξιότητος καὶ ἀρετῆς, ἣν ἀρχῆθεν ἔδειξε. Καὶ οὐκ εἶπε τοῖς συνοῦσιν αὐτῷ οὐδέ, οὔτε ἀντ’ αὐτοῦ εἴασέ τινα ἕτερον, ἵνα μὴ γεγονυῖα σύγχυσις γένηται καὶ ἀπώλεια. Στραφέντες δὲ οἱ στρατιῶται καὶ μὴ ἰδόντες τὸν στρατηγόν, καὶ ἐῤῥέθη ὁ λόγος, ὅτι ἔφυγεν, εἰς ταραχὴν καὶ δειλίαν μεγάλην ἐνέπεσον. Ὁ οὖν βασιλεὺς κατὰ συγκυρίαν πάλιν ἐκεῖσε εὑρεθεὶς ὅρᾳ τοὺς στρατιώτας συγκεχυμένους καὶ μεστοὺς φόβου ὡς πρόβατα διωκόμενα· καὶ μαθὼν τὸ αἴτιον καὶ τὸν στρατηγὸν αὐτοῦ Ἰουστινιανὸν ἰδὼν φεύγοντα, ἐγγίσας αὐτῷ λέγει·
Ἀδελφέ, τί τοῦτο πεποίηκας; Στρέψον ἐν τῷ διατεταγμένῳ σου τόπῳ· ἡ πληγὴ αὐτὴ ὀλίγον τί ἐστι. Στρέψον, ὅτι τὰ νῦν ἡ πλεῖον ἀνάγκη ἐστίν· ἡ πόλις εἰς χεῖράς σου ἐστίν, ἵνα λυτρώσῃς, αὐτήν.
Πολλὰ δὲ εἰπόντος τοῦ βασιλέως αὐτῷ, οὐδὲν δὲ ἀπεκρίνατο, ἀλλ’ ἐν τῷ Γαλατᾷ περάσας αἰσχρῶς ἐκεῖ τελευτᾷ ἐκ τῆς πικρίας καὶ περιφρονήσεως.
8. Οἱ δὲ Τοῦρκοι ἰδόντες τὴν τοσούτην σύγχυσιν τῶν ἡμετέρων θάρσος ἔλαβον. Ἐκεῖ καὶ ὁ Σογᾶν πασίας παρὼν τοῖς ἰανιτζάροις καὶ τοῖς ἑτέροις διαλεχθεὶς ἐπήγειρεν αὐτῶν τὰ φρονήματα. Καί τις ἰανίτζαρις τοὔνομα Χασάνης, ἐκ τοῦ Λουπαδίου ὁ γιγαντώδης ὥρμητο λένδρος, ὑπὲρ κεφαλῆς τῇ ἀριστερᾷ χειρὶ τὸν θυρεὸν βαλών, τῇ δὲ δεξιᾶ τὸ ξίφος ἀσπασάμενος, ἐπὶ τὸ τεῖχος, οὗ ἐθεώρει τὴν σύγχυσιν, ἐχώρησεν. Εἴποντο δὲ αὐτῷ καὶ ἕτεροι ὡσεὶ τριάκοντα τὴν ἀνδρείαν ζηλώσαντες. Οἱ δὲ ἐναπομείναντες ἡμέτεροι ἐν τῷ τείχει κατεκόντιζον αὐτοὺς καὶ βέλεσιν ἔβαλλον καὶ λίθους ὑπερμεγέθους ἐκύλιον κατ’ αὐτῶν· δέκα καὶ ὀκτὼ ἐξ αὐτῶν ἀπεκρήμνισαν. Ὁ δὲ Χασάνης οὐ πρότερον ἐπέσχε τὴν ὁρμὴν ἢ ἀνελθεῖν ἐν τοῖς τείχεσι καὶ τρέψασθαι τοὺς ἡμετέρους. Ἡνίκα γοῦν ἐκράτησε τῆς ἐπιχειρήσεως, καὶ ἕτεροι πολλοὶ ἀκολουθήσαντες ἀνήρχοντο εἰς τὸ τεῖχος. Καὶ τοὺς ἀναβαίνοντας οὐκ ἔφθανον κωλύειν οἱ ἡμέτεροι διὰ τὴν ὀλιγότητα· οἱ δὲ πολέμιοι πλῆθος ἦσαν, τοῖς δὲ ἀναβᾶσι συμπεσόντες ἐμάχοντο καὶ ἦν οὐκ ὀλίγος αὐτῶν ὁ φόνος. Καὶ ὁ Χασάνης μαχόμενος προσπαισθεὶς πέτρᾳ τινὶ κατέπεσεν. Ἐπιστραφέντες δὲ οἱ ἡμέτεροι καὶ ἰδόντες αὐτὸν κείμενον ἔβαλλον πάντοθεν, ὁ δὲ εἰς γόνυ διαναστὰς ἠμύνετο· ὑπὸ δὲ τοῦ πλήθους τῶν τραυμάτων παρείθη τὴν δεξιὰν καὶ κατεχώσθη τοῖς βέλεσι. Καὶ ἕτεροι πολλοὶ ἀπεκτάνθησαν καὶ ἐπλήγησαν καὶ ἕνεκεν τῶν τραυματειῶν πρὸς τὸ στρατόπεδον ἐκομίσθησαν.
9. Εἶτα τοσούτου ἀναβάντος τοῦ τῶν πολεμίων πλήθους οἱ ἡμέτεροι διεσκεδάσθησαν καὶ ἀφέντες τοὺς ἔξωθεν τοίχους ἔσωθεν διὰ τῆς πύλης ἔβαινον καταπατῶντες εἷς τὸν ἕτερον. Ταῦτα δὲ οὕτως ἔχοντα, καὶ φωνή τις ἐῤῥέθη ἔσωθεν καὶ ἔξωθεν καὶ ἐκ τοῦ μέρους τοῦ λιμένος ἑάλω τὸ φρούριον καὶ τὰ στρατήγεια καὶ τὰ σημεῖα ἄνωθεν ἐν τοῖς πύργοις ἔστησαν. Καὶ ἡ φωνὴ τοὺς ἡμετέρους ἐτρέψατο, τοὺς δὲ πολεμίους ἀνεθάῤῥυνε· καὶ ἀλαλάξαντες φωνὰς πολλὰς καὶ προθύμως ἄνευ φόβου οἱ πάντες ἐπὶ τοὺς τοίχους ἀνέβαινον.
10. Ὡς οὖν εἶδεν ὁ δυστυχὴς βασιλεὺς καὶ ὁ αὐθέντης μου, δακρυχέων ἐπαρεκάλει τὸν Θεὸν καὶ τοὺς στρατιώτας, ἵνα μεγαλοψυχήσωσι, προέτρεπε· καὶ οὐ ἦν συνδρομῆς καὶ βοηθείας ἐλπὶς οὐδεμία. Ὁ δὲ τὸν ἵππον κεντήσας δραμὼν ἔφθασεν, ἔνθα τὸ πλῆθος τῶν ἀσεβῶν ἤρχετο, καὶ ὥσπερ ὁ Σαμψὼν ἐπὶ τοὺς ἀλλοφύλους ἐποίησε· καὶ τοὺς ἀσεβεῖς ἐν τῇ πρώτῃ συμπλοκῇ ἐκ τῶν τειχῶν ἀπεκρήμνισεν, ὡς ἰδεῖν θαῦμα ξένον οἱ ἐντυχόντες καὶ βλέποντες. Βρυχόμενος ὡς λέων καὶ τὴν ῥομφαίαν ἐσπασμένην ἔχων ἐν τῇ δεξιᾷ πολλοὺς τῶν πολεμίων ἀπέσφαξε καὶ τὸ αἷμα ποταμηδῶς ἐκ τῶν ποδῶν καὶ τῶν χειρῶν αὐτοῦ ἔῤῥεε.
11. καὶ ὁ προῤῥηθεὶς δὸν Φραγκίσκος ὁ Τολέδος ὑπὲρ τὸν Ἀχιλέα ἐποίησεν· ἐν τοῖς δεξιοῖς τοῦ βασιλέως ἔτυχε καὶ ὥς τις ἀετὸς μετὰ ὀνύχων καὶ στόματος τοὺς ἐναντίους κατέκοπτεν.
12. Ὁμοίως καὶ Θεόφιλος ὁ Παλαιολόγος, ὡς εἶδε τὸν βασιλέα μαχόμενον καὶ τὴν πόλιν κινδυνεύουσαν, μεγαλοφώνως μετὰ κλαυθμοῦ κράξας, εἶπε· Θέλω θανεῖν μᾶλλον ἢ ζῆν· Καὶ συῤῥάξας ἑαυτὸν ἐν μέσῳ μετὰ κραυγῆς, τοὺς ὅσους εὖρε, πάντας διεσκέδασε καὶ διεσκόρπισε καὶ ἐθανάτωσεν. Ἀλλὰ καὶ Ἰωάννης ὁ ∆αλμάτης ἐκεῖ παρὼν ὑπὲρ πάντα στρατιώτην γενναίως τοῖς πολεμίοις ἐσυμπλέκετο. Καὶ οἱ ἐντυχόντες καὶ βλέποντες ἐθαύμαζον περὶ τῆς ἰσχύος καὶ γενναιότητος τῶν ἀρίστων ἀνδρῶν. Καὶ δὶς καὶ τρὶς τῆς ἐμβολῆς καὶ συῤῥάξεώς τε καὶ συμπλοκῆς γενομένης μεγάλης, τοὺς ἀσεβεῖς ἐτρέψαντο καὶ πλῆθος ἀπέκτειναν καὶ ἑτέρους ἐκ τῶν τειχῶν ἀπεκρήμνιζον καὶ ἀγωνιζόμενοι σφοδρῶς καὶ συμπλεκόμενοι ἀπεκτάνθησαν καὶ πολὺν φόνον εἰς τοὺς πολεμίους πρὸ τοῦ ἀποθανεῖν ἐποίησαν οὗτοι. Καὶ ἕτεροί τινες στρα τιῶται οὐκ ἀγενεῖς μαχόμενοι ἐν τῷ τόπῳ ἐκείνῳ καὶ αὐτοὶ ἀπεκτάνθησαν πλησίον τῆς πύλης τοῦ ἁγίου Ῥωμανοῦ, ὅπου τὴν ἐλέπολιν ἐκείνην κατεσκεύασαν καὶ τὴν μεγάλην ἐλεβόλην ἔστησαν καὶ τὰ τείχη τῆς πόλεως χαλάσαντες ἐκεῖθεν ἐν τῇ πόλει πρῶτον εἰσῆλθον. Ἐμοῦ δὲ τῇ ὥρᾳ ἐκείνῃ μὴ εὑρεθέντος πλησίον τοῦ αὐθεντός μου τοῦ βασιλέως, ἀλλὰ προστάξει ἐκείνου εἰς ἐπίσκεψιν δῆθεν ἐν ἄλλῳ μέρει τῆς πόλεως ἤμην.

X. Ἐλθόντων δὲ τῶν Τουρκῶν καὶ τοὺς ἐν τοῖς ἔσωθεν τείχεσι Χριστιανοὺς μετὰ ἐλεβολίσκων καὶ βελῶν καὶ τόξων καὶ πετρῶν ἐναπολειφθέντας ἐδίωξαν· καὶ ἐγκρατεῖς πάντων ἐγένοντο, ἄνευ δὲ τῶν πύργων τῶν λεγομένων Βασιλείου, Λέοντος καὶ Ἀλεξίου, ἐν οἷς ἑστήκεισαν οἱ ναῦται ἐκεῖνοι οἱ ἐκ τῆς Κρήτης. Αὐτοὶ γὰρ γενναίως ἐμάχοντο μέχρι καὶ τῆς ἕκτης καὶ ἑβδόμης ὥρας καὶ πολλοὺς Τούρκους ἐθανάτωσαν· καὶ τοσοῦτον πλῆθος βλέποντες καὶ τὴν πόλιν δεδουλομένην πᾶσαν, αὐτοὶ οὐκ ἤθελον δουλωθῆναι, ἀλλὰ μᾶλλον ἔλεγον ἀποθανεῖν κρεῖττον ἢ ζῆν. Τοῦρκος δέ τις τῷ ἀμηρᾷ ἀναφορὰν ποιήσας περὶ τῆς τούτων ἀνδρείας, προσέταξεν, ἵνα κατέλθωσι μετὰ συνηβάσεως καὶ ὦσιν ἐλεύθεροι αὐτοί τε καὶ ἡ ναῦς αὐτῶν καὶ πᾶσα ἡ ἀποσκευή, ἣν εἶχον. Καὶ οὕτως γενόμενον, πάλιν μόλις ἐκ τοῦ πύργου τούτους ἔπεισαν ἀπελθεῖν.
2. Καὶ δύο μὲν αὐτάδελφοι Ἰταλοί, Παῦλος καὶ Τρώϊλος τοὔνομα, ἐν τῷ δια τεταγμένῳ αὐτοῖς τόπῳ μετὰ καὶ ἑτέρων πολλῶν γενναίως ἐμάχοντο καὶ τοὺς πολεμίους κακῶς ἀπεδίωχνον καὶ οὐκ ἀγενῆ συμπλοκὴν καὶ σύῤῥαξιν ἐποίουν· καὶ φόνος ἦν ἀναμεταξύ, λέγω τῶν δύο μερῶν τῶν μαχομένων καὶ ὑπερμαχούντων. Στραφεὶς δὲ ὁ Παῦλος, καὶ ὁρᾷ τοὺς πολεμίους ἔσωθεν τῆς πόλεως καὶ λέγει τῷ ἀδελφῷ αὑτοῦ· Ὢ φρίξον ἥλιε, ὢ στέναξον γῆ· ἑάλω ἡ πόλις, ἡμᾶς δὲ τοῦ πολεμεῖν παρῆλθεν ἡ ὥρα, ἀλλ’ ὑπὲρ τῆς σωτηρίας ἡμῶν, εἰ δυνατόν, φροντίσωμεν.
3. Καὶ οὕτως ἐγκρατεῖς οἱ πολέμιοι πάσης τῆς πόλεως γεγονότες ἡμέρᾳ τρίτῃ, ὥρα ἦν τῆς ἡμέρας β καὶ ἥμισυ τοῦ https://galanoleykoblog.files.wordpress.com/2016/05/cf86cf81ceb1cebdcf84ceb6ceaecf82-ceb7cebcceb5cf81.jpg?w=49&h=20 ἔτους, τῇ κθ΄, μηνὸς Μαΐου.
4. Καὶ τῶν μὲν προσπιπτόντων ἡ ἁρπαγὴ καὶ αἰχμαλωσία ἦν, τῶν δὲ κατα λαμβανομένων καὶ ἀνθισταμένων σφαγή· καὶ οὐδαμῶς ἡ γῆ ἔν τισι τόποις ἐκ τῶν νεκρῶν διεφαίνετο. Καὶ ἦν ἰδεῖν θέαμα ξένον καὶ θρήνους πολλοὺς καὶ ποικίλους καὶ ἀμετρήτους ἀνδραποδισμοὺς τῶν εὐγενῶν ἀρχουσῶν καὶ παρθένων καὶ ἀφιερωμένων τῷ Θεῷ, συρομένων ὑπὸ τῶν Τουρκῶν διὰ τῶν ἐθειρῶν καὶ κομῶν καὶ πλοκάμων τῆς κεφαλῆς ἔξωθεν τῶν ἐκκλησιῶν μετὰ ὀδυρμῶν ἀνίλεων, τὴν βοὴν καὶ κλαυθμὸν τῶν παίδων, τοὺς ἱεροὺς καὶ ἁγίους οἴκους λεηλατισμένους. Τὸ φρικῶδες καὶ ἀκουόμενον· ἦν τὸ θεῖον αἷμα καὶ σῶμα Χριστοῦ κατὰ γῆς χεόμενον καὶ ῥιπτόμενον καὶ τὰ τιμαλφῆ δοχεῖα τούτου ἁρπάζοντες, τὰ μὲν διέθραυνον, τὰ δὲ σῶα ἐνεκολπίζοντο. Καὶ τοὺς ἐγκεκοσμημένους κόσμους ὁμοίως ἐποίουν. καὶ τὰς ἐγκεκοσμημένας ἁγίας εἰκόνας μετὰ χρυσοῦ καὶ ἀργύρου καὶ λίθων πολυτίμων κατεπάτουν καὶ τοὺς κόσμους αἴροντες, κλίνας καὶ τραπέζαν ἐποίουν· καὶ μετὰ τῶν τῶν ἱερέων ἐνδυμάτων τῶν ἐκ σηρικῶν καὶ χρυσοϋφάντων ὄντων τοὺς ἵππους ἐσκέπαζον· καὶ ἄλλοι ἐπ’ αὐτοῖς ἤσθιον· καὶ τοὺς πολυτίμους μαργάρους τῶν ἁγίων κειμηλίων ἀναρπάστους ἐποίουν, τὰ ἅγια λείψανα καταπατοῦντες. Καὶ ἕτερα ἀνοσιουργήματα πλεῖστα ἐποίουν ἄξια θρήνου οἱ τοῦ ἀντιχρίστου πρόδρομοι.
5. Ὢ τῶν σοφῶν σου κριμάτων, Χριστὲ βασιλεῦ, ὡς ἀνερμηνεύεται καὶ ἀνεξιχνίαστά εἰσι· καὶ ἦν ἰδεῖν τὸν παμμέγιστον ἐκεῖνον ναὸν καὶ θειότατον τῆς Θεοῦ Σοφίας, τὸν οὐρανὸν τὸν ἐπίγειον, τὸν θρόνον τῆς δόξης τοῦ Θεοῦ, τὸ Χερουβικὸν ὄχημα καὶ στερέωμα δεύτερον, τὴν Θεοῦ χειρῶν ποίησιν, τὸ θέαμα καὶ ἔργον ἄξιον, τὸ πάσης τῆς γῆς ἀγαλίαμα, τὸν ὡραῖον καὶ ὡραίων ὡραιότερον· οὗ ἔσωθεν τῶν ἀδύτων καὶ ἄνωθεν τῶν ἁγίων τραπεζῶν ἤσθιον καὶ ἔπιον καὶ τὰς ἀσελγεῖς γνώμας καὶ ὀρέξεις αὑτῶν μετὰ γυναικῶν καὶ παρθένων καὶ παίδων ἐπάνωθεν ἐποίουν καὶ ἔπρατον. Τίς μὴ θρηνήσῃ σε, ἅγιε ναέ; Καὶ πανταχοῦ πᾶν κακὸν ἦν καὶ πᾶσα κεφαλὴ ἤλγει.
6. Ἐν οἴκοις θρῆνοι καὶ κλαυθμοί, ἐν τριόδοις ὀδυρμοί, ἐν ναοῖς ὀλοφυρμοί, ἀνδρῶν οἰμωγαί, γυναικῶν ὀλολυγαί, ἑλκυσμοί, ἀνδραποδισμοί, διασπασμοί τε καὶ βιασμοί. Οἱ σεμνοὶ τῷ γένει ἀτίμως περιῇσαν, οἱ πλούσιοι ἀνόσιοι· αἱ πλατεῖαι, αἱ γωνίαι κατὰ πάντα τόπον πανταχοῦ πασῶν κακῶν ἦν ἔμπλεα· οὐ τόπος ἀνεξερεύνητος ἢ ἄσυλος ἔμεινε. Ὦ Χριστὲ βασιλεῦ, τῆς τότε θλίψεως καὶ στενοχωρίας πᾶσαν πόλιν καὶ χώραν, ἣν οἰκοῦσιν οἱ χριστιανοί, ἐλευθέρωσον. Καὶ πάντα κῆπον καὶ οἶκον οἱ ἀσεβεῖς οὐκ εἴασαν ἀνώρυκτον, ἵνα τὰ κεκρυμμένα χρήματα εὕρωσι· καὶ πλείστων μὲν νέων θησαυρῶν καὶ παλαιῶν καὶ ἑτέρων πολυτίμων πραγμάτων εὑρόντες ἐνεπλήσθησαν.

XI . ̔Ως οὖν ἡ πόλις ἑάλω, ὁ ἀμηρᾶς ἔνδον εἰσελθὼν εὐθὺς πάσῃ σπουδῇ ζήτησιν ἐποίει περὶ τοῦ βασιλέως, κατὰ νοῦν μὴ λογιζόμενος ἄλλο, εἰ μὴ μόνον μαθεῖν, εἰ ζῇ ἢ τέθνηκεν ὁ βασιλεύς. Καί τινες μὲν ἐλθόντες ἔλεγον, ὅτι ἔφυγεν, ἄλλοι δὲ ἐν τῇ πόλει ἔλεγον εἶναι κεκρυμμένον, ἄλλοι δὲ τεθνάναι μαχόμενον. Καὶ θέλων πιστοθῆναι ἀληθῶς ἔστειλεν, ἔνθα τὰ σώματα τῶν ἀναιρεθέντων ἔκειτο σωροειδῶς χριστιανῶν τε καὶ ἀσεβῶν· καὶ πλείστας κεφαλὰς τῶν ἀναιρεθέντων ἔπλυναν, εἰ τύχῃ καὶ τὴν βασιλικὴν γνωρίσωσι. Καὶ οὐκ ἐδυνήθησαν γνωρίσαι αὐτήν, εἰ μὴ τὸ τε θνεὸς πτῶμα τοῦ βασιλέως εὑρόντες, ἐγνώρισαν αὐτὸ ἐκ τῶν βασιλικῶν περικνημίδων ἢ καὶ πεδίλων, ἔνθα χρυσοῖ ἀετοὶ ἦσαν γεγραμμένοι, ὡς ἔθος ὑπῆρχε τοῖς βασιλεῦσι. Καὶ μαθὼν ὁ ἀμηρᾶς περιχαρὴς καὶ εὐφραινόμενος ὑπῆρχε· καὶ προστάξει αὐτοῦ οἱ εὑρεθέντες Χριστιανοὶ ἔθαψαν τὸ βασιλικὸν πτῶμα μετὰ βασιλικῆς τιμῆς.
2. Οὐαί, οὐαὶ κἀμοὶ τῆς προνοίας ἐν τίνι καιρῷ με φυλαττούσης· Ἦν δὲ πᾶσα ἡ ζωὴ τοῦ ἀοιδίμου ἐν βασιλεῦσι καὶ γαληνοτάτου καὶ μάρτυρος τούτου χρόνοι τεσσαράκοντα ἐννέα καὶ μῆνες τρεῖς καὶ ἡμέραι εἴκοσι.
3. Ὁ δὲ ἀμηρᾶς τῇ νίκῃ τῇ μεγάλῃ ἐπαρθεὶς καὶ πλείστης κενοδοξίας πλησθεὶς καὶ τὴν ὀφρὺν ἐπαρθεὶς ὠμὸς καὶ ἀνελεήμων ἐφάνη. Προσελθὼν δὲ αὐτῷ ὁ μέγας δοὺξ ὁ κὺρ Λουκᾶς ὁ Νοταρᾶς προσεκύνησεν αὐτὸν καὶ δείξας αὐτῷ θησαυρὸν πολύν, ὃν εἶχε κεκρυμμένον, καὶ λίθους καὶ μαργάρους καὶ ἕτερα λάφυρα ἄξια βασιλεῦσιν, ἃ ἰδὼν ὁ ἀμηρᾶς καὶ πᾶσα ἡ βουλὴ αὐτοῦ ἐθαύμασαν. Ὁ δὲ Νοταρᾶς εἶπε τῷ ἀμηρᾷ·
Ταῦτα πάντα ἐφύλαττον διὰ τὴν βασιλείαν σου· καὶ ἰδοὺ τὰ νῦν χαρίζομαί σοι δῶρον καὶ δέμαι δέξαι τοῦ δούλου σου τὴν δέησιν καὶ παρακάλεσιν.
Ἔλπιζεν οὖν οὗ τος δι’ αὐτῶν ἐλευθερίας τυχεῖν μετὰ τοῦ οἴκου αὐτοῦ. Ἀπελογίσατο δὲ αὐτῷ ὁ ἀμηρᾶς καὶ εἶπεν.
Ὦ ἡμικύων καὶ ἀπάνθρωπε μηχανορράφε καὶ πολύτροπε, τοσοῦτον πλοῦτον εἶχες καὶ οὐκ ἐβοήθησας τῷ βασιλεῖ τῷ αὐθέντῃ σου καὶ τῇ πόλει τῇ πα τρίδι σου; Νῦν δὲ μετὰ τοιούτων πονηριῶν καὶ πανουργιῶν, ἃς οἶδας ποιεῖν καὶ πράττειν ἐκ νεότητος,
βούλῃ ὑποσκελίσαι κἀμὲ καὶ φύγῃς τοῦ πρέποντός σοι; Εἰπέ μοι, ὦ ἀσεβές, τίς ὁ χαρίσας μοι τὸν πλοῦτον τὸν σὸν καὶ τὴν πόλιν ταύτην εἰς χεῖράς μου;
Λέγει αὐτῷ ὁ Νοταρᾶς·
Ὁ Θεός.
Ὁ δὲ ἀμηρᾶς εἶπεν αὐτῷ·
Ἐπεὶ ὁ Θεὸς ταῦτά μοι ἐχαρίσατο, καὶ σὲ καὶ πάντας ὑπὸ τὰς χεῖράς μου δούλους ἔδωσε, τί σὺ λέγεις, πονηρέ, καὶ φλυαρεῖς; Πῶς οὐκ ἔστειλάς μοι αὐτά, πρὶν τὴν μάχην κινήσω καθ’ ὑμῶν ἢ πρὶν τὴν πόλιν νικήσω, ἵνα ὀφείλω σοι τὴν χάριν καὶ τὴν ἀνταμοιβήν; Νῦν οῦν οὐκ εἶ σὺ ὁ χαρίσας μοι ταῦτα, ἀλλὰ ὁ Θεός.
Καὶ εὐθὺς ὥρισε τοῖς δημίοις, ἵνα εἰς φυλακὴν βάλωσιν αὐτὸν καὶ ἀσφαλῶς τηρῶσι.
4. Τῇ δὲ ἐπαύριον προστάξας ἤνεγκαν πάλιν αὐτὸν ἔμπροσθεν τοῦ βήματος αὐτοῦ· καὶ λέγει αὐτῷ·
Ἐπεὶ οὐκ ἠθέλησας βοηθῆσαι τῷ βασιλεῖ καὶ τῇ πατρίδι σοῦ μετὰ τοσούτου θησαυροῦ ἀναριθμήτου, ὃν εἶχες, καὶ διὰ τί οὐκ ἐβούλευσας τὸν βασιλέα, ὅτε ἐμήνυσα αὐτῷ, ἵνα μετ’ εἰρήνης μοι δώσῃ τὴν πόλιν καὶ ἄλλον ἀντ’ αὐτῆς τόπον δώσω μετ’ ἀγάπης καὶ φιλίας, ἵνα μὴ τοσοῦτοι φόνοι ἀνὰ μέσον ἡμῶν γενήσωνται;
Ὁ δὲ ἀποκριθεὶς εἶπεν·
Ἐγὼ ἀναίτιός εἰμι τῆς τοιαύτης ὑποθέσεως, ἀλλ’ οἱ Ἑνετοὶ καὶ οἱ ἐν τῷ Γαλατᾷ, οἳ ἔτασσον τῷ βασιλεῖ, στεῖλαι εἰς βοήθειαν αὐτῷ στόλον καὶ στρατόν.
Ὁ δὲ ἀμηρᾶς πολλὰ οἶδας, λέγει, ψεύδους ἐφευρήματα, τὰ νῦν δὲ καιρὸς ψεύδους οὐκ ἔστιν, ἵνα σοι βοηθήσωσι.
Καὶ προστάξας ἐπὶ τὴν αὔριον ἐπὶ τοῦ Ξηροῦ Λόφου ἀγορὰν κατενώπιον αὐτοῦ θανατώσωσι τοὺς δύο υἱοὺς αὐτοῦ, οὕς ποτε ᾔτει τῷ βασιλεῖ, ἵνα τὸν ἕνα αὐτῶν τιμήσῃ τῷ τοῦ μεγάλου κοντοσταύλου ἀξιώματι καὶ τὸν ἕτερον τῷ τοῦ μεγάλου λογοθέτου, εἶτα καὶ αὐτὸν θανατώσωσιν, ὡς καὶ ἐγένετο· καὶ οὕτω τὰ τοῦ Λουκᾶ τοῦ Νοταρᾶ πέρας ἔλαβον.
5. Εἶτα προστάξας μετὰ ταῦτα ἐθανάτωσε πολλοὺς εὐγενεῖς ἄρχοντας, τῶν Ἑνετῶν ἄγγαρον καὶ τὸν υἱὸν αὐτοῦ, τὸν ἀστάνδην τῆς Καταλονίας καὶ δύο υἱοὺς αὐτοῦ. Εἶτα ἤθελε θανατῶσαι καὶ τὸν Κονταρῖνον καὶ ἑτέρους εὐγενεῖς τῶν Ἑνετῶν, οἳ χρήματα αὐτῷ δώσαντες καὶ ἐπαγγειλάμενοι τῷ Σογᾶν πασίᾳ τοῦ ζῆν ἐχαρίσθησαν. Καὶ στείλας ἐν τῷ Γαλατᾷ καὶ πολλοὺς πιάσας ἐθανάτωσε· καὶ πᾶσα αὐτοῖς ἐπαγγελία, ἢν ὑπέσχετο, εἰς οὐδὲν ἐλογίσθη, ἀλλὰ καὶ αὐτοὺς ὑποτελεῖς ὥρισεν εἶναι. Τὸν δὲ Ἀλὶ πασίαν στείλας ἀπέκλεισεν ἐν πύργῳ τινὶ καὶ μετὰ ὀλίγας ἡμέρας καὶ αὐτὸν ἐθανάτωσε δι’ αἰτίαν, ἣν εἴπομεν, διὰ τὸ λέγειν αὐτὸν τοῦ μὴ ἐγεῖραι μάχην κατὰ τῆς Πόλεως, ἵνα μὴ τῶν ἑσπερίων αὐθένται συναχθῶσιν ἐπὶ τὸ αὐτὸ καὶ τῆς Εὐρώπης αὐτοὺς διώξωσι καὶ τὰ ἑξῆς, ὡς προγέγραπται· Καὶ ὁ θάνατος αὐτοῦ λύπην ἀμέτρητον παντὶ τῷ στρατῷ τοῦ ἀμηρᾷ ἐνέδωκε διὰ τὸ εἶναι αὐτὸν ὑπὸ πάντων φιλούμενον καὶ εἰς πάντα καλῶς τὸν ἀμηρᾶν συμβουλεύοντα.

ΧΡΟΝΙΚΟΝ ΤΟΥ ΓΕΩΡΓΙΟΥ ΦΡΑΝΤΖΗ

Advertisements
This entry was posted in ΑΛΥΤΡΩΤΕΣ ΠΑΤΡΙΔΕΣ, ΒΥΖΑΝΤΙΝΗ ΑΥΤΟΚΡΑΤΟΡΙΑ, ΗΡΩΪΚΩΣ ΠΕΣΟΝΤΕΣ ΥΠΕΡ ΠΑΤΡΙΔΟΣ, ΙΣΤΟΡΙΚΗ ΑΝΑΔΡΟΜΗ, ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΗ. Bookmark the permalink.

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s